Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.265 Joseph. AJ 7.269 (English) >>Joseph. AJ 7.273

7.267

Ἀπήντησε δʼ αὐτῷ καὶ Σαούλου υἱωνὸς Μεμφίβοσθος ῥυπαράν τε τὴν ἐσθῆτα περικείμενος καὶ τὴν κόμην βαθεῖαν καὶ κατημελημένην ἔχων· μετὰ γὰρ τὴν Δαυίδου φυγὴν οὔτε ἀπεκείρατο λυπούμενος οὔτʼ ἐκάθηρε τὴν ἐσθῆτα κατακρίνας αὑτοῦ συμφορὰν ταύτην ἐπὶ τῇ τοῦ βασιλέως μεταβολῇ· διεβέβλητο δὲ καὶ ὑπὸ τοῦ ἐπιτρόπου Σιβᾶ πρὸς αὐτὸν ἀδίκως. 7.268ἀσπασαμένου δὲ αὐτοῦ καὶ προσκυνήσαντος ἤρξατο πυνθάνεσθαι, τί δήποτʼ οὐ συνεξῆλθεν αὐτῷ καὶ κοινωνὸς ἦν τῆς φυγῆς; δʼ ἀδίκημα τοῦτʼ ἔλεγεν εἶναι Σιβᾶ· κελευσθεὶς γὰρ παρασκευάσαι τὰ πρὸς τὴν ἔξοδον οὐκ ἐφρόντισεν, ἀλλʼ ὥσπερ ἀνδραπόδου τινὸς οὕτως παρήκουσεν. 7.269εἰ μέντοι γε τὰς βάσεις εἶχον ἐρρωμένας, οὐκ ἂν ἀπελείφθην σου χρῆσθαι πρὸς τὴν φυγὴν ταύταις δυνάμενος. οὐ τοῦτο δὲ μόνον ἠδίκησέ μου τὴν πρὸς σέ, δέσποτα, εὐσέβειαν, ἀλλὰ καὶ προσδιέβαλε καὶ κατεψεύσατο κακουργῶν. ἀλλʼ οἶδα γάρ, ὅτι τούτων οὐδὲν σὴ διάνοια προσίεται δικαία τε οὖσα καὶ τὴν ἀλήθειαν ἐνισχύειν βουλομένη καὶ τὸ θεῖον ἀγαπῶσα· 7.270μείζονα γὰρ κινδυνεύσας παθεῖν ὑπὸ τοῦ πάππου τοὐμοῦ καὶ τῆς ὅλης ἡμῶν γενεᾶς ὀφειλούσης εἰς ἐκεῖνα ἀπολωλέναι, σύ τε μέτριος καὶ χρηστὸς ἐγένου τότε μάλιστα πάντων ἐκείνων λήθην ποιησάμενος, ὅτʼ ἐξουσίαν τῆς ὑπὲρ αὐτῶν τιμωρίας εἶχεν μνήμη. φίλον δὲ σὸν ἔκρινας ἐμὲ καὶ ἐπὶ τῆς τραπέζης εἶχες ὁσημέραι, καὶ οὐδὲν ἀπέλειπον τῶν συγγενῶν τοῦ



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 7.265 Joseph. AJ 7.269 (English) >>Joseph. AJ 7.273

Powered by PhiloLogic